Monday, September 5, 2011

Descriptions of the Imperial Palace in the original Greek

From Libanius in the Antiochikos

αὐτὰ δὲ τὰ βασίλεια κατείληφε μὲν τῆς νήσου τοσοῦτον, ὥστε εἰς τέταρτον μέρος τῆς ὅλης τελεῖν. τοῦ μέσου γάρ, ὃν ὀμφαλὸν προσείληφεν, ἐφάπτεται καὶ πρὸς τὴν ἔξω μοῖραν τοῦ ποταμοῦ προβέβηκεν, ὥστε καὶ τὸ τεῖχος ἀντ’ ἐπάλξεων κίονας δεξάμενον θέα βασιλεῖ πρέπουσα κατεσκεύασται τοῦ ποταμοῦ μὲν ὑπορρέοντος, τῶν προαστείων δὲ πανταχόθεν εὐωχούντων τὰς ὄψεις. (207) καὶ δι’ ἀκριβείας μὲν ὑπὲρ τούτου τοῦ μέρους βουλομένῳ διελθεῖν τοῦτ’ αὐτὸ ποιητέον ὑπόθεσιν, ἀλλ’ οὐχ ἑτέρας μέρος, δεῖ δὲ ὅμως τοσοῦτον εἰπεῖν, ὅτι τῶν ὄντων ἁπανταχοῦ τῶν μὲν ἐκ μεγέθους λαβόντων ὄνομα, τῶν δὲ ἐπὶ κάλλει βεβοημένων τῶν μὲν οὐδαμῇ λείπεται, τῶν δὲ καὶ πολὺ κεκράτηκεν, εἰς κάλλους μὲν λόγον οὐδαμοῦ νικώμενον, ἐν μεγέθους δὲ κρίσει πανταχοῦ νικῶν, εἰς τοσούτους θαλάμους καὶ στοὰς καὶ ἀνδρῶνας διῃρημένον, ὥστε καὶ τοὺς λίαν ἐθάδας ἐκ θυρῶν ἐπὶ θύρας ἰόντας εἰς πλάνην ἐμπίπτειν. τοῦτό μοι δοκεῖ κἂν μόνον ἐν πόλει φαύλως ἐχούσῃ κείμενον, οἵας πολλὰς ἐπὶ Θρᾴκης ὁρῶμεν, ἔνθα οὐ πολλαὶ καλύβαι ποιοῦσι τὰς πόλεις, εἰ τούτων μιᾷ τοῦτο ἐνέκειτο, πάντως ἂν παρεῖχεν ἐν ἐξετασμῷ πόλεων τῇ κεκτημένῃ μεγαλαυχεῖσθαι.

Foerster, R. (ed.), Libanii opera 1.2 (Leipzig 1903; repr. Hildesheim 1997), 11.206‑208.


A description of the palace by Theodoretus of Cyrrhus

Βορρᾶθεν μὲν Ὀρόντης ὁ ποταμὸς παραρρεῖ τὰ βασίλεια, ἐκ δὲ μεσημβρίας στοὰ μεγίστη διόροφος τῷ τῆς πόλεως ἐπῳκοδόμηται περιβόλῳ, πύργους ὑψηλοὺς ἑκατέρωθεν ἔχουσα. μεταξὺ δὲ τῶν τε βασιλείων καὶ τοῦ ποταμοῦ λεωφόρος ἐστὶν ὑποδεχομένη τοὺς ἐκ τῶν τῇδε πυλῶν ἐκ τοῦ ἄστεως ἐξιόντας καὶ εἰς τοὺς προαστείους ἀγροὺς παραπέμπουσα. διὰ ταύτης Ἀφραάτης παριὼν ὁ θεσπέσιος εἰς τὸ πολεμικὸν ἀπῄει γυμνάσιον...


Theodoretus of Cyrrhus, Ecclesiastical history, IV, 26, 1‑3, Parmentier, L. (ed.), Theodoret, Kirchengeschichte (Berlin 1998), pp. 264‑5.

No comments: